Go Back   Macedonia Forum > General Forum > World history and politics > Philosophy Forum

Philosophy Forum Discuss philosophy and the history of philosophy. Ancient Greek philosophy, Roman, Christian, Eastern, Enlightenment, post-modern philosophy.


Mithras Liturgy

Philosophy Forum


Reply
 
LinkBack Thread Tools Display Modes
  #1 (permalink)  
Old 03-17-2008, 11:19 PM
Promethean Fire Ï ÷ñÞóôçò Promethean Fire äåí åßíáé óõíäåäåìÝíïò
Banned
 
Join Date: Mar 2008
Posts: 212
Default Mithras Liturgy

Mithras Liturgy
The Greek text for this bilingual edition of the Mithras Liturgy has been taken from the Karl Preisendanz edition of the Papyri Gracae Magicae, PGM IV, 475 - 750. The formatting of paragraphing is mine and hopefully serves to illustrate the structure of the work. Invocations to be spoken are in red text. Voces magicae are in bold capitals for both the Greek and English text. Transliterations follow the standard modern method as illustrated here. Instructions to the practitioner are in grey text.

Mithras Liturgy - Greek and English Text.

Ἵλαθί μοι, Πρόνοια καὶ Ψυχή, τάδε γράφοντι τὰ ἅπρατα, παραδοτὰ μυστήρια, μόνῳ δὲ τέκνῳ άθανασίαν άζιῶ, μύσται τῆς ἡμτέρας δυνάμεως ταύτης (χπὴ οὖν σε, ὧ θύγατερ, λαμβάνειν χυλοὺς βοτανῶν καὶ εἰδῶν τῶν μελλόντων σοι μηνυθήσεσθαι ἐν τῷ τέλει τοῦ ἱεροῦ μου συντάγματος), ἣν ὁ μεγας θεὸς Ἥλιος Μίθρας ἐκελευςέν μοι μεταδοθῆναι ὑπὸ τοῦ ἀρχαγγέλου αύτοῦ, ὅπως ἐγὼ μόνος αἰτη τὴς οὐρανὸν βαίνω καὶ κατοπτεύω πάντα.

Be gracious to me, O Providence and Psyche, as I write these mysteries handed down not for gain but for instruction; and for an only child I request immortality, O initiates of this our power (furthermore, it is necessary for you, O daughter, to take the juices of herbs and spices, which will to you at the end of my holy treatise), which the great god Helios Mithras ordered to be revealed to me by his archangel, so that I alone may ascend into heaven as an inquirer and behold the universe.

ἔστιν δὲ τοῦ λόγου ἣδε ἡ κλῆσις·

This is the invocation of the ceremony:

Γένεσις πρώτη τῆς ἐμῆς γενέσεως· ΑΕΗΙΟΥΩ
First origin of my origin, AEIOU

ἀρχὲ τῆς ἐμῦς αρχῆς πρώτη ΠΠΠ ΣΣΣ ΦΡ[]
First beginning of my beginning, PPP SSS PHR[...]

πνεῦμα πνεύματος, τοῦ ἐν ἐμοὶ πνεύματος πρῶτον ΜΜΜ
Spirit of spirit, the first of the spirit in me, MMM

πῦρ, τὸ εἰς ἐμὴν κρᾶσιν τῶν ἐν ἐμοὶ κράσεων θεοδώρητον, τοῦ ἐν ἐμοὶ πυρὸς πρῶτον ΗΥ ΗΙΑ ΕΗ
Fire given by God to my mixture of the mixtures in me, the first of the fire in me, U IA E

ὕδωρ ὕδατος, τοῦ ἐν ἐμοὶ ὕδατος πρῶτον ΩΩΩ ΑΑΑ ΕΕΕ
Water of water, the first of the water in me, OOO AAA EEE

οὐσια γεώδης τῆς ἐν ἐμοὶ οὐσιας γεώδους πρώτη ΥΗ ΥΩΗ
Earthy substance, the first of the earthy substance in me, U U
σῶμα τέλειον ἐμοῦ (τοῦ δεῖνα τῆς δεῖνα), διαπεπλασμένον ὑπὸ βραχίονος ἐντίμου καὶ δεξιᾶς χειρὸς ἀφθάρτου ἐν ἀφωτίστῳ καὶ διαυγεῖ κόσμῳ, ἔν τε ἀψύχῳ καὶ ἐψυχωμένῳ ΥΗΙ ΑΥΙ ΕΥΩΙΕ
My complete body (I, (NAME) whose mother is (NAME)), which was formed by a noble arm and an incorruptible right hand in a world without light and yet radiant, without soul and yet alive with soul, UI AUI EUIE

ἐὰν δὲ ὑμῖν δόξῃ ΜΕΤΕΡΤΑ ΦΩΘ˙ (ΜΕΘΑΡΘΑ ΦΗΡΙΗ ἑν αλλῳ) ΙΕΡΕΖΑΘ
Now if it be your will, METERTA PHTH (METHARTHA PHRIE, in another place) IEREZATH

μεταπαραδῶναί με τῄ ἀθανάτῳ γενέσει, ἐχομένως τῇ ὑποκειμένῃ μου φύσει ἵνα μετὰ τὴν ένεστώσαν καὶ σφόδρα κατεπεί γουσάν με χρείαν ἐποπτεύσω τήν ἀθάνατον ἀρχὴν τῷ ἀθανάτῳ πνεύματι ΑΝΧΡΕΦΡΕΝΕΣΟΥΦΙΡΙΓΧ
Give me over to immortal birth and, following that, to my underlying nature, so that,after the present need which is pressing me exceedingly, I may gaze upon the immortal beginning with the immortal spirit, ANCHREPHRENESOUPHIRIGCH
τῷ ἀθανάτῳ ὕδατι ΕΡΟΝΟΥΙ ΠΑΡΑΚΟΥΝΗΘ
With the immortal water, ERONOUI PARAKOUNTH

τῷ στερεωτάτῳ ἀέρι ΕΙΟΑΗ ΨΕΝΑΒΩΘ
With the most steadfast air, EIOA PSENABTH

ἵνα νοήματι μεταγεννηθῶ ΚΡΑΟΧΡΑΞ Ρ ΟΙΜ ΕΝΑΡΧΟΜΑΙ
That I may be born again in thought, KRAOCHRAX R OIM ENARCHOMAI

καὶ πνεύσῃ ἐν ἐμοὶ τὸ ἱερὸν πνεῦμα ΝΕΧΘΕΝ ΑΠΟΤΟΥ ΝΕΧΘΙΝ ΑΡΠΙ ΗΘ
And the sacred spirit may breathe in me, NECHTHEN APOTOU NECHTHIN ARPI TH

ἵνα θαυμάσω τὸ ἱερὸν πῦρ ΚΥΦΕ
So that I may wonder at the sacred fire, KUPHE

ἵνα θεάσωμαι τὸ ἄβυσσoν τῆς ἀνατολής φρικτὸν ὕδωρ ΝΥΩ ΘΕΣΩ ΕΧΩ ΟΥΧΙΕΧΩΑ
That I may gaze upon the unfathomable, awesome water of the dawn, NU THES ECH OUCHIECHA

καὶ ἀκούσῃ μου ό ζωογόνoσ καὶ περικεχυμένος αἰθήρ ΑΡΝΟΜΗΘΦ
And the vivifying, and encircling aether may hear me, ARNOMTHPH
ἐπεὶ μέλλω κατοπτεύειν σήμερον τοῖς ἀθανάτοις ὄμμασι
For today I am about to behold, with immortal eyes

θνητός γεννηθείς ἐκ θνητῆς ὑστέρας, βεβελτιωμένος ὑπὸ κράτους μεγαλοδυνάμου καὶ δεξιᾶς χειρὸς ἀφθάρτου
I, born mortal from mortal womb, but transformed by tremendous power and an incorruptible right hand

ἀθανάτῳ πνεύματι τὸν ἀθάνατον Αἰῶνα καὶ δεσπότην τῶν πυρίνων διαδημάτων
And with immortal spirit, the immortal Aion and and master of the fiery diadems

ἁγίοις ἁγιασθεὶς ἀγιάσμασι
I, sanctified through holy consecrations

ἀγίας ὑφεστώσης μου πρὸς ὀλίγον τῆς ἀνθρωπίνης μου ψυχικῆς δυνάμεως
While there subsists within me, holy, for a short time, my human soul-might

ἣν ἐγὼ πάλιν μεταπαραλήμψομαι μετὰ τὴν ἐνεστῶσαν καὶ κατεπείγουσάν με πικρὰν ἀνάγκην, ἀχρεοκόπητον
Which I will again receive after the present bitter and relentless necessity which is pressing down upon me

ἐγὼ ὁ δεῖνα, ὃν ἡ δεϊνα, κατὰ δόγμα θεοῦ ἀμετάθετον ΕΥΗ ΥΙΑ ΕΗΙ ΑΩ ΕΙΑΥ ΙΥΑ ΙΕΩ
I, (NAME) whose mother is (NAME) according to the immutable decree of god, EU UIA EI A EIAU IUA IE

ἐπεὶ οὐκ ἐστιν μοι ἐφικτόν θνητὸν γεγῶτα συνανιέναι ταις χρυσοειδέσιν μαρμαρυγαῖς τῆς ἀθανάτου λαμπηδόνος ΩΗΥ ΑΕΩ ΗΥΑ ΕΩΗ ΥΑΕ ΩΙΑΕ
Since it is impossible for me, born mortal, to rise with the golden brightnesses of the immortal brilliance, U AE UA E UAE IAE

ἔσταθι, φθαρτὴ βροτῶν φύσι, καὶ αὐτίκα ἀνάλαβέ με ὑγιῆ μετὰ τὴν ἀπαραίτητον καὶ κατεπείγουσαν χμείαν
Stand, O perishable nature of mortals, and at once me safe and sound after the inexorable and pressing need

ἐγὼ γὰρ εἰμι ὁ υἱὸς ΨΥΧΩ[Ν] ΔΕΜΟΥ ΠΡΟΧΩ ΠΡΩΑ
For I am the son PSUCH[N] DEMOU PROCH PRA

ἐγώ εὶμι ΜΑΧΑΡΦ[.]Ν ΜΟΥ ΠΡΩΨΥΧΩΝ ΠΡΩΕ
I am MACHARPH[.]N MOU PRPSUCHN PRE
ἕλκε ἀπὸ τῶν ἀκτίνων πνεῦμα γ' ἀνασπῶν, ὅ δύνασαι, καὶ ὄψῃ σεαυτὸν ἀνακουφιζόμενον καὶ ὑπερβαίνοντα εἰς ὕψος, ὥστε σε δοκεῖ[ν μέσoν τού ἀέρος εἶναι. οὐδενὸς δὲ ἀκούσει οὔτε ἀνθρώπου οὔτε Ζῴου ἄλλου, οὐδὲ ὄψῃ οὐδὲν τῶν ἐπὶ γῆς θνητῶν ἐν ἐκείνῃ τῇ ὥρᾳ, πάντα δὲ ὄψῃ ἀθάνατα ὄψῃ γὰρ ἐκείνης τῆς ἡμέρας καὶ τῆς ὥμας θείαν θέσιν, τούς πολεύοντας ἀναβαίνοντας εἰς οὐρανὸν θεούς ἄλλους δὲ καταβαίνοντας. ἡ δέ πορεία τῶν ὁρωμένων θεῶν διὰ τοῦ δίσκου, πατρός μου, θεοῦ, φανήσεται, ὁμοίως δὲ καὶ ὁ καλούμενος αὐλός, ἡ ἀρχὴ τοῦ λειτουργοῦντος ἀνέμου· ὄψῃ γὰρ ἀπὸ τοῦ δίσκου ὡς αὐλὸν κρεμάμενον. εἰς δὲ τὰ μέρη τὰ πρὸς λίβα ἀπέραντον οἷον ἀπηλιώτην, ἐὰν ᾖ κεκληρωμένος εἰς τὰ μέρη τοῦ ἀπηλιώτου, καὶ ὁ ἕτερος ὁμοίως εἰς τὰ μέρη τὰ ἐκείνου, ὄψῃ τὴν ἀποφορὰν τοῦ ὁράματος· ὄψῃ δὲ ἀτενίζοντάς σοι τοὺς θεοὺς καὶ ἐπί σε ὁρμωμένους. σὺ δὲ εὐθέως ἐπίθες δεξιὸν δάκτυλον ἐπὶ τὸ στόμα καὶ λέγε·

Draw in breath from the rays, drawing up three times as much as you can, and you will see yourself being lifted up and ascending to the height, so that you seem to be in mid-air. You will hear nothing either of man or of any other living thing, nor in that hour will you see anything of mortal affairs on earth, but rather you will see all immortal things. For in that day and hour you will see the divine order of the skies: the presiding gods rising into heaven, and others setting. Now the course of the visible gods will appear through the disk of god, my father; and in similar fashion the so-called "pipe", the origin of the ministering wind. For you will see it hanging from the sun's disk like a pipe. You will see the outflow of this object toward the regions westward, boundless as an east wind, if it be assigned to the regions of the East: and the other (i.e. the west wind), similarly, toward its own regions. And you will see the gods staring intently at you and rushing at you. So at once put your right finger on your mouth and say:

σιγή, σιγή, σιγή, σύμβολον θεοῦ ζῶντος ἀφθάρτου φύλαξόν με, σιγή ΝΕΧΘΕΙΡ ΘΑΝΜΕΛΟΥ

Silence! Silence! Silence! Symbol of the living, incorruptible god! Guard me, Silence, NECHTHEIR THANMELOU

ἔπειτα σύρισον μακρὸν συριγμόν, ἔπειτα πόππυσον λέγων



Then make a long hissing sound, next make a popping sound, and say:

ΠΡΟΠΡΟΦΕΓΓΗ ΜΟΡΙΟΣ ΠΡΟΦΥΡ ΠΡΟΦΕΓΓΗ ΝΕΜΕΘΙΡΕ ΑΡΨΕΝΤΕΝ ΠΙΤΗΤΜΙ ΜΕΩΥ ΕΝΑΡΘ ΦΥΡΚΕΧΩ ΨΥΡΙΔΑΡΙΩ ΤΥΡΗ ΦΙΛΒΑ

PROPROPHEGG MORIOS PROPHUR PROPHEGG NEMETHIRE ARPSENTEN PITTMI MEU ENARTH PHURKECH PSURIDARI TUR PHILBA

καὶ τότε ὄψῃ τοὺς θεούς σοι εὐμενῶς ἐμβλέποντας καὶ μηκέτι ἐπί σε ὁρμωμένους, ἀλλὰ πορευομένους ἐπὶ τὴν ἰδίαν τάξιν τῶν πραγμάτων. ὅταν οὖν ἴδῃς τὸν ἄνω κόσμον καθαρὸν καὶ δονούμενον καὶ μηδένα τῶν θεῶν ἢ ἀγγέλων ὁρμώμενον, προσδόκα βροντῆς μεγάλης ἀκούσεσθαι κτύπον, ὥστε σε ἐκπλαγῆναι. σὺ δὲ πάλιν λέγε



Then you will see the gods looking graciously upon you and no longer rushing at you, but rather going about in their own order of affairs. So when you see that the world above is clear and circling, and that none of the gods or angels is threatening you, expect to hear a great crash of thunder, so as to shock you. Then say again:

σιγή, σιγή (λόγος), ἐγώ εἰμι σύμπλανος ὑμῖν ἀστήρ, καὶ ἐκ τοῦ βάθους ἀναλάμπων ΟΞΥ Ο ΞΕΡΘΕΥΘ

Silence! Silence! (the prayer) I am a star, wandering about with you, and shining forth out of the deep, OXU O XERTHEUTH.

ταῦτά σου εἰπόντος εὐθέως ὁ δίσκος ἁπλωθήσεται. μετὰ δὲ τὸ εἰπεῖν σε τὸν βʹ λόγον, ὅπου "σιγή, σιγή"

καὶ τὰ ἀκόλουθα, σύρισον βʹ καὶ πόππυσον βʹ, καὶ εὐθέως ὄψῃ ἀπὸ τοῦ δίσκου ἀστέρας προσερχομένους πενταδακτυλιαίους πλείστους καὶ πιπλῶντας ὅλον τὸν ἀέρα. σὺ δὲ πάλιν λέγε "σιγή, σιγή." καὶ τοῦ δίσκου ἀνυγέντος ὄψῃ ἄπυρον κύκλωμα καὶ θύρας πυρίνας ἀποκεκλεισμένας. σὺ δὲ εὐθέως δίωκε τὸν ὑποκείμενον λόγον καμμύων σου τοὺς ὀφθαλμούς. λόγος γʹ



Immediately after you have said these things the sun's disk will be expanded. And after you have said the second prayer, where there is "Silence! Silence!" and the accompanying words, make a hissing sound twice and a popping sound twice, and immediately you will see many five- pronged stars coming forth from the disk and filling all the air. Then say again: "Silence! Silence!" And when the disk is open, you will see the fireless circle, and the fiery doors shut tight. At once close your eyes and recite the following prayer. The third prayer:

ἐπάκουσόν μου, ἄκουσόν μου τοῦ δεῖνα τῆς δεῖνα

Give ear to me, hearken to me, (NAME) whose mother is (NAME)



κύριε, ὁ συνδήσας πνεύματι τὰ πύρινα κλῆθρα τοῦ τετραλιζώματος

O Lord, you who have bound together with your breath the fiery bars of the fourfold root

πυρίπολε, ΠΕΝΤΙΤΕΡΟΥΝΙ

Fire-Walker, PENTITEROUNI



φωτὸς κτίστα (οἱ δὲ συνκλεῖστα) ΣΕΜΕΣΙΛΑΜ

Light-Maker (others: Encloser), SEMESILAM



πυρίπνοε ΨΥΡΙΝΦΕΥ

Fire-Breather, PSURINPHEU



πυρίθυμε ΙΑΩ

Fire-Feeler, IA



πνευματόφως ΩΑΙ

Light-Breather, AI



πυριχαρῆ ΕΛΟΥΡΕ

Fire-Delighter, ELOURE



καλλίφως ΑΖΑΙ

Beautiful Light, AZAI



Αἰών ΑΧΒΑ

Aion, ACHBA



φωτοκράτωρ ΠΕΠΠΕΡ ΠΡΕΠΕΜΠΙΠΙ

Light-Master, PEPPER PREPEMPIPI



πυρισώματε ΦΝΟΥΗΝΙΟΧ

Fire-Body, PHNOUNIOCH



φωτοδῶτα, πυρισπόρε ΑΡΕΙ ΕΙΚΙΤΑ

Light-Giver, Fire-Sower, AREI EIKITA



πυρικλόνε ΓΑΛΛΑΒΑΛΒΑ

Fire-Driver, GALLABALBA



φωτοβίαιε ΑΙΩ

Light-Forcer, AI



πυριδῖνα ΠΥΡΙΧΙΒΟΟΣΗΙΑ

Fire-Whirler, PURICHIBOOSIA



φωτοκινῆτα ΣΑΝΧΕΡΩΒ

Light-Mover, SANCHERB



κεραυνοκλόνε ΙΗ ΩΗ ΙΩΗΙΩ

Thunder-Shaker, I II



φωτὸς κλέος ΒΕΕΓΕΝΗΤΕ

Glory-Light, BEEGENTEE



αὐξησίφως ΣΟΥΣΙΝΕΦΙΕΝ

Light-Increaser, SOUSINEPHIEN



πυρισχησίφως ΣΟΥΣΙΝΕΦΙ ΑΡΕΝΒΑΡΑΖΕΙ ΜΑΡΜΑΡΕΝΤΕΥ

Fire-Light-Maintainer, SOUSINEPHI ARENBARAZEI MARMARENTEU



ἀστροδάμα ἄνοιξόν μοι, ΠΡΟΠΡΟΦΕΓΓΗ ΕΜΕΘΕΙΡΕ ΜΟΡΙΟΜΟΤΥΡΗΦΙΛΒΑ

Star-Tamer: open for me, PROPROPHEGG EMETHEIRE MORIOMOTURPHILBA



ὅτι ἐπικαλοῦμαι ἕνεκα τῆς κατεπειγούσης καὶ πικρᾶς καὶ ἀπαραιτήτου ἀνάγκης τὰ μηδέπω χωρήσαντα εἰς θνητὴν φύσιν μηδὲ φρασθέντα ἐν διαρθρώσει ὑπὸ ἀνθρωπίνης γλώσσης ἢ θνητοῦ φθόγγου ἢ θνητῆς φωνῆς ἀθάνατα ζῶντα καὶ ἔντιμα ὀνόματα

Because, on account of the pressing and bitter and inexorable necessity, I invoke the immortal names, living and honored, which never pass into mortal nature and are not declared in articulate speech by human tongue or mortal speech or mortal sound:

ΗΕΩ ΟΗΕΩ ΙΩΩ ΟΗ ΗΕΩ ΗΕΩ ΟΗ ΕΩ ΙΩΩ ΟΗΗΕ ΩΗΕ ΩΟΗ ΙΗ ΗΩ ΟΩ ΟΗ ΙΕΩ ΟΗ ΩΟΗ ΙΕΩ ΟΗ ΙΕΕΩ ΕΗ ΙΩ ΟΗ ΙΟΗ ΩΗΩ ΕΟΗ ΟΕΩ ΩΙΗ ΩΙΗ ΕΩ ΟΙ ΙΙΙ ΗΟΗ ΩΥΗ ΗΩΟΗΕ ΕΩ ΗΙΑ ΑΗΑ ΕΗΑ ΗΕΕΗ ΕΕΗ ΕΕΗ ΙΕΩ ΗΕΩ ΟΗΕΕΟΗ ΗΕΩ ΗΥΩ ΟΗ ΕΙΩ ΗΩ ΩΗ ΩΗ ΕΕ ΟΟΟ ΥΙΩΗ



E OE I O E E O E I OE E O I O O IE O O IE O IEE E I O IO EO OE I I E OI III O U OE E IA AA EA EE EE EE IE E OEEO E U O EI EE OOO UI

ταῦτα πάντα λέγε μετὰ πυρὸς καὶ πνεύματος τὸ πρῶτον ἀποτελῶν, εἶτα ὁμοίως τὸ δεύτερον ἀρχόμενος, ἕως ἐκτελέσῃς τοὺς ζʹ ἀθανάτους θεοὺς τοῦ κόσμου. ταῦτά σου εἰ πόντος ἀκούσει βροντῆς καὶ κλόνου τοῦ περιέχοντος. ὁμοίως δὲ σεαυτὸν αἰσθηθήσει ταρασσόμενον. σὺ δὲ πάλιν λέγε σιγή (λόγος), εἶτα ἄνοιξον τοὺς ὀφθαλμοὺς καὶ ὄψῃ ἀνεῳγυΐας τὰς θύρας καὶ τὸν κόσμον τῶν θεῶν, ὅς ἐστιν ἐντὸς τῶν θυρῶν, ὥστε ἀπὸ τῆς τοῦ θεάματος ἡδονῆς καὶ τῆς χαρᾶς τὸ πνεῦμά σου συντρέχειν καὶ ἀναβαίνειν. στὰς οὖν εὐθέως ἕλκε ἀπὸ τοῦ θείου ἀτενίζων εἰς σεαυτὸν τὸ πνεῦμα. ὅταν

οὖν ἀποκατασταθῇ σου ἡ ψυχή, λέγε



Say all these things with fire and spirit, until completing the first utterance; then, similarly, begin the second, until you complete the seven immortal gods of the world. When you have said these things, you will hear thundering and shaking in the surrounding realm; and you will likewise feel yourself being agitated. Then say again: "Silence!" (the prayer) Then open your eyes and you will see the doors open and the world of the gods which is within the doors, so that from the pleasure and joy of the sight your spirit runs ahead and ascends. So stand still and at once draw breath from the divine into yourself, while you look intently. Then when your soul is restored, say:

πρόσελθε, κύριε, ΑΡΧΑΝΔΑΡΑ ΦΩΤΑΖΑ ΠΥΡΙΦΟΤΑ ΖΑΜΥΘΙΞ ΕΤΙΜΕΝΜΕΡΟ ΦΟΡΑΘΗΝ ΕΡΙΗ ΠΡΟΘΡΙ ΦΟΡΑΘΙ

Come, Lord, ARCHANDARA PHTAZA PURIPHTA ZABUTHIX ETIMENMERO PHORATHN ERI PROTHRI PHORATHI

τοῦτο εἰπόντος στραφήσονται ἐπί σε αἱ ἀκτῖνες ἔσιδε αὐτῶν μέσον. ὅταν οὖν τοῦτο ποιήσῃς, ὄψῃ θεὸν νεώτερον, εὐειδῆ, πυρινότριχα, ἐν χιτῶνι λευκῷ καὶ χλαμύδι κοκκίνῃ ἔχοντα πύρινον στέφανον. εὐθέως ἄσπασαι αὐτὸν τῷ πυρίνῳ ἀσπαστικῷ



When you have said this, the rays will turn toward you; look at the center of them. For when you have done this, you will see a youthful god, beautiful in appearance, with fiery hair, and in a white tunic and a scarlet cloak, and wearing a fiery crown. At once greet him with the fire-greeting:

κύριε, χαῖρε, μεγαλοδύναμε, μεγαλοκράτωρ, βασιλεῦ, μέγιστε θεῶν, Ἥλιε, ὁ κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, θεὲ θεῶν, ἰσχύει σου ἡ πνοιή, ἰσχύει σου ἡ δύναμις, κύριε ἐάν σοι δόξῃ, ἄγγειλόν με τῷ μεγίστῳ θεῷ, τῷ σε γεννήσαντι καὶ ποιήσαντι, ὅτι ἄνθρωπος, ἐγὼ ὁ δεῖνα τῆς δεῖνα, γενόμενος ἐκ θνητῆς ὑστέρας τῆς δεῖνα καὶ ἰχῶρος σπερματικοῦ καὶ, σήμερον τούτου ὑπό σου μεταγεννηθέντος, ἐκ τοσούτων μυριάδων ἀπαθανατισθεὶς ἐν ταύτῃ τῇ ὥρᾳ κατὰ δόκησιν θεοῦ, ὑπερβαλλόντως ἀγαθοῦ, προσκυνῆσαί σε ἀξιοῖ καὶ δέεται κατὰ δύναμιν ἀνθρωπίνην (ἵνα συνπαραλάβῃς τὸν τῆς σήμερον ἡμέρας καὶ ὥρας ὡρονόμον, ᾦ ὄνομα θραψιαρι μοριροκ, ἵνα φανεὶς χρηματίσῃ ἐν ταῖς ἀγαθαῖς ὥραις) ΕΩΡΩ ΡΩΡΕ ΩΡΡΙ ΩΡΙΩΡ ΡΩΡ ΡΩΙ ΩΡ ΡΕΩΡΩΡΙ ΕΩΡ ΕΩΡ ΕΩΡ ΕΩΡΕ

Hail, O Lord, Great Power, Great Might, King, Greatest of gods, Helios, the Lord of heaven and earth, God of gods: mighty is your breath; mighty is your strength, O Lord. If it be your will, announce me to the supreme god, the one who has begotten and made you: that a man, I, (NAME) whose mother is (NAME) who was born from the mortal womb of (NAME) and from the fluid of semen, and who, since he has been born again from you today, has become immortal out of so many myriads in this hour according to the wish of god the exceedingly good, resolves to worship you, and prays with all his human power (that you may take along with you the horoscope of the day and hour today, which has the name THRAPSIARI MORIROK, that he may appear and give revelation during the good hours) ER RRE RRI RIR RR RI R RERRI ER ER ER ERE



ταῦτά σου εἰπόντος ἐλεύσεται εἰς τὸν πόλον, καὶ ὄψῃ αὐτὸν περιπατοῦντα ὡς ἐν ὁδῷ. σὺ δὲ ἀτενίζων καὶ μύκωμα μακρὸν κερατοειδῶς, ὅλον ἀποδιδοὺς τὸ πνεῦμα, βασανίζων τὴν λαγόνα, μυκῶ καὶ καταφίλει τὰ φυλακτήρια καὶ λέγε, πρῶτον εἰς τὸ δεξιόν



After you have said these things, he will come to the celestial pole, and you will see him walking as if on a road. Look intently and make a long bellowing sound, like a horn, releasing all your breath and straining your sides; and kiss the amulets and say, first toward the right:

φύλαξόν με ΠΡΟΣΥΜΗΡΙ

Protect me, PROSUMRI

ταῦτα εἰπὼν ὄψῃ θύρας ἀνοιγομένας καὶ ἐρχομένας ἐκ τοῦ βάθους ζʹ παρθένους ἐν βυσσίνοις, ἀσπίδων πρόσωπα ἐχούσας. αὗται καλοῦνται οὐρανοῦ Τύχαι, κρατοῦσαι χρύσεα βραβεῖα. ταῦτα ἰδὼν

ἀσπάζου οὕτως



After saying this, you will see the doors thrown open, and seven virgins coming from deep within, dressed in linen garments, and with the faces of asps. They are called the Fates of heaven, and wield golden wands. When you see them, greet them in this manner:

χαίρετε, αἱ ζʹ Τύχαι τοῦ οὐρανοῦ, σεμναὶ καὶ ἀγαθαὶ παρθένοι, ἱεραὶ καὶ ὁμοδίαιτοι τοῦ μινιμιρροφορ, αἱ ἁγιώταται φυλάκισσαι τῶν τεσσάρων στυλίσκων.

Hail, O seven Fates of heaven, O noble and good virgins, O sacred ones and companions of MINIMIRROPHOR, O most holy guardians of the four pillars!



χαῖρε, ἡ πρώτη, ΧΡΕΨΕΝΘΑΗΣ

Hail to you, the first, CHREPSENTHAES



χαῖρε, ἡ βʹ, ΜΕΝΕΣΧΕΗΣ

Hail to you, the second, MENESCHEES



χαῖρε, ἡ γʹ, ΜΕΧΡΑΝ

Hail to you, the third, MECHRAN



χαῖρε ἡ δʹ, ΑΡΑΡΜΑΧΗΣ

Hail to you, the fourth, ARARMACHS



χαῖρε, ἡ εʹ, ΕΧΟΜΜΙΗ

Hail to you, the fifth, ECHOMMI



χαῖρε, ἡ ϛʹ, ΤΙΧΝΟΝΔΑΗΣ

Hail to you, the sixth, TICHNONDAS



χαῖρε, ἡ ζʹ, ΕΡΟΥ ΡΟΜΒΡΙΗΣ

Hail to you, the seventh, EROU ROMBRIS

προέρχονται δὲ καὶ ἕτεροι ζʹ θεοὶ ταύρων μελάνων πρόσωπα ἔχοντες ἐν περιζώμασιν λινοῖς κατέχοντες ζʹ διαδήματα χρύσεα. οὗτοί εἰσιν οἱ καλούμενοι πολοκράτορες τοῦ οὐρανοῦ, οὓς δεῖ σε ἀσπάσασθαι ὁμοίως ἕκαστον τῷ ἰδίῳ αὐτῶν ὀνόματι



There also come forth another seven gods, who have the faces of black bulls, in linen loin-cloths, and in possession of seven golden diadems. They are the so-called Pole-Lords of heaven, whom you must greet in the same manner, each of them with his own name:

χαίρετε, οἱ κνωδακοφύλακες, οἱ ἱεροὶ καὶ ἄλκιμοι νεανίαι, οἱ στρέφοντες ὑπὸ ἓν κέλευσμα τὸν περιδίνητον τοῦ κύκλου ἄξονα τοῦ οὐρανοῦ καὶ βροντὰς καὶ ἀστραπὰς καὶ σεισμῶν καὶ κεραυνῶν βολὰς ἀφιέντες εἰς δυσσεβῶν φῦλα, ἐμοὶ δὲ εὐσεβεῖ καὶ θεοσεβεῖ ὄντι ὑγείαν καὶ σώματος ὁλοκλη ρίαν, ἀκοῆς τε καὶ ὁράσεως εὐτονίαν, ἀταραξίαν ἐν ταῖς ἐνεστώσαις τῆς σήμερον ἡμέρας ἀγαθαῖς ὥραις, οἱ κύριοί μου καὶ μεγαλοκράτορες θεοί

Hail, O guardians of the pivot, O sacred and brave youths, who turn at one command the revolving axis of the vault of heaven, who send out thunder and lightning and jolts of earthquakes and thunderbolts against the nations of impious people, but to me, who am pious and god-fearing, you send health and soundness of body, and acuteness of hearing and seeing, and calmness in the present good hours of this day, O my Lords and powerfully ruling Gods!



χαῖρε, ὁ πρῶτος, ΑΙΕΡΩΝΘΙ

Hail to you, the first, AIERNTHI

χαῖρε, ὁ βʹ, ΜΕΡΧΕΙΜΕΡΟΣ

Hail to you, the second, MERCHEIMEROS



χαῖρε, ὁ γʹ, ΑΧΡΙΧΙΟΥΡ

Hail to you, the third, ACHRICHIOUR



χαῖρε, ὁ δʹ, ΜΕΣΑΡΓΙΛΤΩ

Hail to you, the fourth, MESARGILT



χαῖρε, ὁ εʹ, ΧΙΧΡΩΑΛΙΘΩ

Hail to you, the fifth, CHICHROALITH



χαῖρε, ὁ ϛʹ, ΕΡΜΙΧΘΑΘΩΨ

Hail to you, the sixth, ERMICHTHATHPS



χαῖρε, ὁ ζʹ, ΕΟΡΑΣΙΧΗ

Hail to you, the seventh, EORASICH

ὅταν δὲ ἐνστῶσιν ἔνθα καὶ ἔνθα τῇ τάξει, ἀτένιζε τῷ ἀέρι καὶ ὄψῃ κατερχομένας ἀστραπὰς καὶ φῶτα μαρμαίροντα καὶ σειομένην τὴν γῆν καὶ κατερχόμενον θεὸν ὑπερμεγέθη, φωτινὴν ἔχοντα τὴν ὄψιν, νεώτερον, χρυσοκόμαν, ἐν χιτῶνι λευκῷ καὶ χρυσῷ στεφάνῳ καὶ ἀναξυρίσι, κατέχοντα τῇ δεξιᾷ χειρὶ μόσχου ὦμον χρύσεον, ὅς ἐστιν Ἄρκτος ἡ κινοῦσα καὶ ἀντιστρέφουσα τὸν οὐρανόν, κατὰ ὥραν ἀναπολεύουσα καὶ καταπολεύουσα. ἔπειτα ὄψῃ αὐτοῦ ἐκ τῶν ὀμμάτων ἀστραπὰς καὶ ἐκ τοῦ σώματος ἀστέρας ἁλλομένους. σὺ δὲ εὐθέως μύκωμα μακρόν, βασανίζων τὴν γαστέρα, ἵνα συνκινήσῃς τὰς πέντε αἰσθήσεις, μακρὸν εἰς ἀπόθεσιν, μυκῶ καταφιλῶν πάλιν τὰ φυλακτήρια καὶ λέγων



Now when they take their place, here and there, in order, look in the air and you will see lightning-bolts going down, and lights flashing, and the earth shaking, and a god descending, a god immensely great, having a bright appearance youthful, golden-haired, with a white tunic and a golden crown and trousers, and holding in his right hand a golden shoulder of a young bull: this is the Bear which moves and turns heaven around, moving upward and downward in accordance with the hour. Then you will see lightning-bolts leaping from his eyes and stars from his body. And at once produce a long bellowing sound, straining your belly, that you may excite the five senses: bellow long until the conclusion, and again kiss the amulets, and say:

ΜΟΚΡΙΜΟ ΦΕΡΙΜΟΦΕΡΕΡΙ ζωή μου, τοῦ δεῖνα, μένε σύ, νέμε ἐν τῇ ψυχῇ μου, μή με καταλείψῃς, ὅτι κελεύει σοι ΕΝΘΟ ΦΕΝΕΝ ΘΡΟΠΙΩΘ

MOKRIMO PHERIMOPHERERI, life of me, (NAME) stay!
Dwell in my soul! Do not abandon me, for one entreats you, ENTHO PHENEN THROPITH

καὶ ἀτένιζε τῷ θεῷ μακρὸν μυκώμενος καὶ ἀσπάζου οὕτως

And gaze upon the god while bellowing long; and greet him in this manner:

κύριε, χαῖρε, δέσποτα ὕδατος,

Hail, O Lord, O Master of the water!



χαῖρε, κατάρχα γῆς,

Hail, O Founder of the earth!



χαῖρε, δυνάστα πνεύματος,

Hail, O Ruler of the wind!



λαμπροφεγγῆ, ΠΡΟΠΡΟΦΕΓΓΗ ΕΜΕΘΙΡΙ ΑΡΤΕΝΤΕΠΙ ΘΗΘ ΜΙΜΕΩ ΥΕΝΑΡΩ ΦΥΡΧΕΧΩ ΨΗΡΙ ΔΑΡΙΩ ΦΡΗ ΦΡΗΛΒΑ

O Bright Lightener, PROPROPHEGG EMETHIRI ARTENTEPI THETH MIME UENAR PHURCHECH PSRI DARI PHR PHRLBA



χρημάτισον, κριε, περὶ τοῦ δεῖνα πράγματος

Give revelation O Lord, concerning the matter of _______



κύριε, παλινγενόμενος ἀπογίγνομαι, αὐξόμενος καὶ αὐξηθεὶς τελευτῶ, ἀπὸ γενέσεως ζωογόνου γενόμενος, εἰς ἀπογενεσίαν ἀναλυθεὶς πορεύομαι, ὡς σὺ ἔκτισας, ὡς σὺ ἐνομοθέτησας καὶ ἐποίησας μυστήριον

O Lord, while being born again, I am passing away; while growing and having grown, I am dying; while being born from a life-generating birth, I am passing on, released to death - as you have founded, as you have decreed, and have established the mystery



ἐγώ εἰμι ΦΕΡΟΥΑ ΜΙΟΥΡΙ
I am PHEROURA MIOURI

ταῦτά σου εἰπόντος εὐθέως χρησμῳδήσει. ὑπέκλυτος δὲ ἔσει τῇ ψυχῇ καὶ οὐκ ἐν σεαυτῷ ἔσει, ὅταν σοι ἀποκρίνηται. λέγει δέ σοι διὰ στίχων τὸν χρησμὸν καὶ εἰπὼν ἀπελεύσεται, σὺ δὲ στήκεις ἐνεός, ὡς ταῦτα πάντα χωρήσεις αὐτομάτως, καὶ τότε μνημονεύσεις ἀπαραβάτως τὰ ὑπὸ τοῦ μεγάλου θεοῦ ῥηθέντα, κἂν ἦν μυρίων στίχων ὁ χρησμός. ἐὰν δὲ θέλῃς καὶ συνμύστῃ χρήσασθαι ὥστε τὰ λεγόμενα ἐκεῖνον μόνον σύν σοι ἀκούειν, συναγνευέτω σοι ζʹ ἡμέρας καὶ ἀποσχέσθω ἐμψύχων καὶ βαλανείου. ἐὰν δὲ καὶ μόνος ᾖς καὶ ἐγχειρῇς τὰ ὑπὸ τοῦ θεοῦ εἰρημένα, λέγεις ὡς ἐν ἐκστάσει ἀποφοιβώμενος. ἐὰν δὲ καὶ δεῖξαι αὐτῷ θέλῃς, κρίνας, εἰ ἄξιός ἐστιν ἀσφαλῶς ὡς ἄνθρωπος, χρησάμενος τῷ τρόπῳ, ὡς ὑπὲρ αὐτοῦ κρινόμενος ἐν τῷ ἀπαθανατισμῷ, τὸν πρῶτον ὑπόβαλε αὐτῷ λόγον, οὗ ἡ ἀρχή γένεσις πρώτη τῆς ἐμῆς γενέσεως αεηιουω. τὰ δὲ ἑξῆς ὡς μύστης λέγε αὐτοῦ ἐπὶ τῆς κεφαλῆς ἀτόνῳ φθόγγῳ, ἵνα μὴ ἀκούσῃ, χρίων αὐτοῦ τὴν ὄψιν τῷ μυστηρίῳ. γίγνεται δὲ ὁ ἀπαθανατισμὸς οὗτος τρὶς τοῦ ἐνιαυτοῦ. ἐὰν δὲ βουληθῇ τις, ὦ τέκνον, μετὰ τὸ παράγγελμα παρακοῦσαι, τῷ οὐκέτι ὑπάρξει.

After you have said these things, he will immediately respond with a revelation. Now you will grow weak in soul and will not be in yourself, when he answers you. He speaks the oracle to you in verse, and after speaking he will depart. But you remain silent, since you will be able to comprehend all these matters by yourself; for at a later time you will remember infallibly the things spoken by the great god, even if the oracle contained myriads of verses. If you also wish to use a fellow-initiate, so that he alone may hear with you the things spoken, let him remain pure together With you for days, and abstain from meat and the bath. And even if you are alone, and you undertake the things communicated by the god, you speak as though prophesying in ecstasy. And if you also wish to show him, then judge whether he is completely worthy as a man: treat him just as if in his place you were being judged in the matter of immortalization, and whisper to him the first prayer, of which the beginning is "First origin of my origin, AEIOU." And say the successive things as an initiate, over his head, in a soft voice, so that he may not hear, as you are anointing his face with the mystery. This immortalization takes place three times a year. And if anyone, O child, after the teaching, wishes to disobey, then for him it will no longer be in effect.
Digg this Post!Add Post to del.icio.usBookmark Post in TechnoratiFurl this Post!
Reply With Quote
Reply


Thread Tools
Display Modes

Posting Rules

Smilies are On
[IMG] code is On
HTML code is Off
Trackbacks are On
Pingbacks are On
Refbacks are On


All times are GMT -5. The time now is 11:50 PM.


Powered by vBulletin® Version 3.7.4
Copyright ©2000 - 2008, Jelsoft Enterprises Ltd.
Copyright 2005-2008 Macedonia On the Web